Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.113 | Joseph. BJ 2.118 (English) | >>Joseph. BJ 2.123 |
2.116παραγενομένη τοίνυν εἰς Ἰουδαίαν μετʼ ὀλίγον τῆς ἀφίξεως χρόνον ἔδοξεν ἐπιστάντα τὸν Ἀλέξανδρον αὐτῇ λέγειν “ἀπέχρη μὲν ὁ κατὰ Λιβύην σοι γάμος , σὺ δὲ οὐκ ἀρκεσθεῖσα τούτῳ πάλιν ἐπὶ τὴν ἐμὴν ἀνακάμπτεις ἑστίαν , τρίτον ἄνδρα καὶ ταῦτα τὸν ἀδελφόν , ὦ τολμηρά , τὸν ἐμὸν ᾑρημένη . πλὴν οὐ περιόψομαι τὴν ὕβριν , ἀπολήψομαι δέ σε καὶ μὴ θέλουσαν .” τοῦτο διηγησαμένη τὸ ὄναρ μόλις δύο ἡμέρας ἐβίω .
-- -- ἐπὶ τούτου τις ἀνὴρ Γαλιλαῖος Ἰούδας ὄνομα εἰς ἀπόστασιν ἐνῆγε τοὺς ἐπιχωρίους κακίζων , εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομενοῦσιν καὶ μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας . ἦν δʼ οὗτος σοφιστὴς ἰδίας αἱρέσεως οὐδὲν τοῖς ἄλλοις προσεοικώς .
2.119
οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται , τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσιν . καὶ γάμου μὲν παρʼ αὐτοῖς ὑπεροψία , τοὺς δʼ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.113 | Joseph. BJ 2.118 (English) | >>Joseph. BJ 2.123 |